Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.25 Joseph. BJ 5.33 (English) >>Joseph. BJ 5.40

5.30ἐφρουρεῖτο γὰρ πάντα, καὶ τὰ λοιπὰ στασιάζοντες οἱ ἀρχιλῃσταὶ τοὺς εἰρηνικὰ Ῥωμαίοις φρονοῦντας πρὸς αὐτομολίαν ὑπόπτους ὡς κοινοὺς πολεμίους ἀνῄρουν καὶ μόνον ὡμονόουν τὸ φονεύειν τοὺς σωτηρίας ἀξίους. 5.31καὶ τῶν μὲν μαχομένων ἀδιάλειπτος ἦν κραυγὴ μεθʼ ἡμέραν τε καὶ νύκτωρ, δεινότεροι δὲ οἱ τῶν πενθούντων ὀδυρμοὶ δέει. 5.32καὶ θρήνων μὲν αἰτίας ἐπαλλήλους αἱ συμφοραὶ προσέφερον, τὰς δʼ οἰμωγὰς ἐνέκλειεν κατάπληξις αὐτῶν, φιμούμενοι δὲ τά γε πάθη τῷ φόβῳ μεμυκόσι τοῖς στεναγμοῖς ἐβασανίζοντο. 5.33καὶ οὔτε πρὸς τοὺς ζῶντας ἦν αἰδὼς ἔτι τοῖς προσήκουσιν οὔτε πρόνοια τῶν ἀπολωλότων

-- --

ταφῆς. αἴτιον δὲ ἀμφοτέρων καθʼ ἑαυτὸν ἀπόγνωσις ἑκάστου· παρεῖσαν γὰρ εἰς πάντα τὰς προθυμίας οἱ μὴ στασιάζοντες ὡς ἀπολούμενοι πάντως ὅσον οὐδέπω. 5.34πατοῦντες δὴ τοὺς νεκροὺς ἐπʼ ἀλλήλοις σεσωρευμένους οἱ στασιασταὶ συνεπλέκοντο καὶ τὴν ἀπόνοιαν ἀπὸ τῶν ἐν ποσὶ πτωμάτων σπῶντες ἦσαν ἀγριώτεροι. 5.35προσεξευρίσκοντες δʼ ἀεί τι καθʼ αὑτῶν ὀλέθριον καὶ πᾶν τὸ δοχθὲν ἀφειδῶς δρῶντες οὐδεμίαν οὔτʼ αἰκίας ὁδὸν οὔτε ὠμότητος παρέλειπον. 5.36ἀμέλει Ἰωάννης τὴν ἱερὰν ὕλην εἰς πολεμιστηρίων κατασκευὴν ὀργάνων ἀπεχρήσατο· δόξαν γάρ ποτε τῷ λαῷ καὶ τοῖς ἀρχιερεῦσιν ὑποστηρίξαντας τὸν ναὸν εἴκοσι πήχεις προσυψῶσαι, κατάγει μὲν ἀπὸ τοῦ Λιβάνου μεγίστοις ἀναλώμασι καὶ πόνοις τὴν χρήσιμον ὕλην βασιλεὺς Ἀγρίππας, ξύλα θέας ἄξια τήν τε εὐθύτητα καὶ τὸ μέγεθος·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.25 Joseph. BJ 5.33 (English) >>Joseph. BJ 5.40

Powered by PhiloLogic